Ancient Greek
125.7 to 126.10
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 125.7-126.10
Unproofread scanNot analysed yet
Οἶδά σου τὰ ἔργα · Ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεωγμένην, καὶ οὐδεὶς δύναται κλεῖσαι αὐτήν · ὅτι μικρὰν ἔχεις δύναμιν · καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. Ἐκ τῶν γεγραμμένων δέ, μικρὰν μὲν τῷ μεγέθει τὴν πόλιν ταύτην, μεγάλην δὲ τῇ πίστει μαθάνομεν · δι’ ὧν φησι [χῦθ] · Οἶδά σου τὰ ἔργα · τουτέστιν, ἀποδέχομαι · ὥσπερ καὶ τῷ Μωυσῇ λέγει· Οἶδά σε παρὰ πάντας. Καὶ θύραν ἐνώπιόν σου τοῦ διδασκαλικοῦ χρησματος· ἤνοιξα, κλεισθήναι διὰ πειρασμῶν μὴ δυνάμενην. Τῇ προθέσει γὰρ ἄρχομαι, ἄλλ’ οὐκ ἀπαίτω τὰ ὑπὲρ δύναμιν. Ἰδοὺ δίδωμι [σοι] ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται. Καὶ ποιήσω αὐτοὺς ἵνα ἥκωσι καὶ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε. A κἀγὼ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τὴν οἰκουμένην ὥλην, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Ἔρχομαι ταχὺ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικῇ Ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμὴν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ.