Ancient Greek
126.11
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 126.11
Unproofread scanNot analysed yet
Καὶ διὰ τοῦ πιστοῦ ἡ ἀλήθεια τοῦ Χριστοῦ δείκνυται· μᾶλλον δὲ ὅτι αὐτὸς οὐσιώδως ἐστὶν ἀλήθεια. Τὴν ὥραν δὲ τοῦ πειρασμοῦ, εἴτε ὡς αὐτὶνα [μᾶλα] παρεσομένην, τὴν τῶν ἀσεβῶς τῆς Ῥώμης τῆς βασιλευομένης κατὰ Χριστιανῶν διώξειν εἴρηκεν· ἥς λυτρωθῆσαι αὐτὴν ἐπαγγέλλεται· ἢ τὴν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος παγκόσμιον κατὰ τῶν πιστῶν τοῦ Ἀντιχρίστου κίνησιν λέγει, [ἐξ] ἧς ἐλευθεροῦν τοὺς ζηλωτὰς αὐτῆς ὑπισχνεῖται, προαναρπαζομένους διὰ τῆς ἐντεῦθεν ἀναλύσεως, ἵνα μὴ πειρασθῶσιν ὑπὲρ ὃ δύνανται. Καλῶς δὲ φησιν· Ἔρχομαι ταχὺ· μετὰ γὰρ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων εὐθέως, [ὡς] φησιν, ὁ Κύριος ἐλεύσεται· διὸ παρεγγυῶς κρατᾶσθαι τὸν θησαυρὸν τῆς πίστεως ἀσφαλῶς, ἵνα μὴ τις ἀπολέσῃ τὸν τῆς ὑπομονῆς στέφανον.