Ancient Greek
126.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 126.6
Unproofread scanNot analysed yet
[Καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου. —Καὶ] ἐπὶ τὴν καρδίαν, φησίν, τοῦ τοιούτου στύλου χαραξῶ τὴν γνῶσιν τοῦ θείου ὀνόματος, καὶ τῆς ἀνῶ Ἱερουσαλήμ· ἵνα ἴδῃ τὰ ἐν αὐτῇ κάλλη τοῖς τοῦ πνεύματος ὀμμασι· καὶ τὸ καινόν μου ὄνομα, τὸ [ἐν] τοῖς ἀγίοις ἐν τῷ μέλλοντι [αἰῶνι] γνωριζόμενον. Τὸ δὲ, Θεοῦ μου, ἀνθρωπίνως περὶ τοῦ Πατρὸς εἴρηκεν, ὡς σῖρξ δι’ ἡμᾶς ἀτρέπτως γενόμενος. Ἀνωθεν δὲ ἡ Ἱερουσαλὴμ καταβαίνει· ἐκ μὲν ἀγγέλων ἀρξαμένης τῆς θείας γνώσεως, μέχρις ἡμῶν δὲ κατανησάσης, συναφθέντων ἀλλήλοις διὰ Χριστοῦ τῆς κεφαλῆς ἡμῶν.