Ancient Greek
126.3 to 126.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 126.3-5
Unproofread scanNot analysed yet
B Ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἐξῶ οὐ μὴ ἐξέλθῃ ἐτι. Εἰκότως [δὲ εἴπε ποιήσαι τὸν νικῶντα στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ]. Ὁ γὰρ νικήσας τῶν ἐναντίων δυνάμεων, στῦλος καὶ ἐδραίωμα τῆς Ἐκκλησίας καθίσταται, ἀκίνητον ἐν αὐτῇ τὴν βάσιν ἔχων, κατὰ τὸν [θεῖον] Ἀπόστολον. C Καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου τῆς καινῆς Ἱερουσαλήμ, ἡ καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου· καὶ τὸ ὄνομά μου τὸ καινόν.