Ancient Greek
136.7 to 137.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 136.7-137.3
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΙΣΤ'. ΛΟΓΟΣ Ε'. Αὔσις τῆς τετάρτης σφραγίδος, ἐμφαίνουσα τὰς ἐπαγομένας τοὺς ἀσεβέσι μάστιγας. Καὶ ὅτε ἠνοῖξε τὴν σφραγῖδα τὴν τετάρτην. Τὸ τοῦ τετάρτου ζῴου, δηλαδὴ τοῦ ἀετοῦ, ὑψιπετὲς καὶ ὀξὺ πρὸς βοράν, ἀνωθεν ἦκειν ἐκ θεσλάτου ὀρῆς τὰς πληγὰς ἐμφαίνειν δύναται, εἰς τὴν τῶν εὐσεβῶν ἐκδίκησιν, καὶ τῶν ἀσεβῶν τιμωρίαν, εἰ μὴ ταύταις βελτιωθέντες ἐπιστρέψουσι. Καὶ εἶδον, καὶ ἰδοὺ ἱππὸς χλωρός· καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ θάνατος· καὶ ὁ ᾅδης ἠκολούθει αὐτῷ· καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον [μέρος] τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ, καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.