Ancient Greek
137.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 137.4
Unproofread scanNot analysed yet
Τοῦ δὲ εἰρμoῦ τῶν προεκτεθέντων καὶ τὰ παρόντα B ἔχεται. Ἦς γὰρ φησιν ἐν ὀγδόῳ κεφαλαίῳ τοῦ ἀνάτου λόγου τῆς Ἐκκλησιαστικῆς αὐτοῦ Ἱστορίας [3] Εὐσέβιος, ἐν τῇ τῶν ὀνομαίων ἀρχῇ, ἐπὶ Μαξιμιανοῦ Ῥωμαίων βασιλεύοντος, [ὑπὸ μὲν λιμοῦ καὶ λιμοῦ κατασκήψαντος αὐτοῖς σὺν ἑτέροις συμπτώμασιν,] ἀπειρα πλήθη διεφθείροντο, ὡς τασφὴ μὴ δύνασθαι παραδιδόσθαι· καὶ τοὺς Χριστιανoὺν τότε φιλoτιμoὺς περὶ τὰς κηδείας ἠσχολημένων, καὶ τῷ φιλανθρωπῶ τούς πεπλανημένους ἐναγόντων πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν· ὑπὸ δὲ Ἀρμενίων ἐπαναστάντων Ῥωμαίοις, οὐχ ὀλίγους ἀνηρήσθαι ῥομφαίᾳ φησι, καὶ ὑπὸ κυνῶν δὲ ἀνθλῶσθαι τὰ τῶν θανόντων σώματα· ὡς λοιπὸν τοὺς λειπομένους εἰς κυνοκτονίαν τραπῆναι, δεδιότας μὴ καὶ αὐτοὶ θανόντες, ζῶντας τούτους τάφους κτήσωνται. Οὐχ ἀπεικὲς δὲ τοῖς κυσὶ τῆς αὐτῆς θοίνης καὶ ἀγρίους θῆρας συμμετεχεῖν, διὰ τὸ τῆς τροφῆς ἀφθονον· καὶ ἐν τῇ ἡμετέρᾳ δὲ γενεᾷ τούτων ἕκαστον συμβάν ἔγνωμεν.