Ancient Greek
142.1 to 142.8
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 142.1-8
Unproofread scanNot analysed yet
Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων· ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι, ἐκ πάσης φυλῆς [τῶν] υἱῶν Ἰσραὴλ· ἐκ φυλῆς Ἰούδα, δώδεκα χιλιάδες ἐσφραγισμένοι. [Αἱ σφραγῖς τῶν κλήσεων τῶν ἱερῶν πατριαρχῶν.] Νεφθαλὶμ, προσευχή· δι’ ἧς χαρακτηρίζονται οἱ διὰ προσευχῆς ἀδιαλείπτου τῷ Θεῷ κολλώμενοι. Ἐκ φυλῆς Μανασσῆ, δώδεκα χιλιάδες. Μανασσῆς, ἐπιλησμονή, τοὔστιν, οἱ τῶν ὀπίσθεν ἐπιλανθάνομενοι καὶ τῶν πατρῴων οἴκων, διὰ τὸν Θεὸν ἐρωτα. Ἐκ φυλῆς Συμεών, δώδεκα χιλιάδες. Συμεών, ὑπακοή· δηλαδή, οἱ δι’ ὑπακοῆς τῶν θείων ἐντολῶν δικαιοῦμενοι. Ἐκ φυλῆς Λευί, δώδεκα χιλιάδες. Λευί, προσελημμένος· δι’ οὐ νοοῦνται οἱ διὰ πολιτείας ἱεροπρεποῦς ὑπὸ Χριστοῦ προσελημμένοι. Ὁγδὸς δὲ Λευὶ τέταχται, ὡς κατὰ τὴν ὀγδόην ἡμέραν τῆς ἀναστάσεως τῆς ἀληθοῦς ἱερωσύνης ἀναδεικνυμένης. Ἐκ φυλῆς Ἰσάχαρ, δώδεκα χιλιάδες. Ἰσάχαρ, μισθός· τοὔστιν οἱ τὴν ἐκ Θεοῦ μισθὸν λαμβάνοντες, ὡς ἐναργῶς πολιτευόμενοι. Ἐκ φυλῆς Ζαβουλών, δώδεκα χιλιάδες. Ἰούδας, ἐξομολόγησιν ἐρμηνεύεται· δι’ οὐ δηλοῦνται οἱ δι’ ἐξομολογήσεως τῆς πρὸς Χριστὸν τὴν ἐξ Ἰούδα βλαστήσαντα σωζόμενοι. Ζαβουλών, κατοικητήριον δυνάμεως, ἢ εὐωδία· δι’ οὐ νοοῦνται οἱ τῇ ἐνοικήσει [τοῦ] Χριστοῦ κατὰ τῶν παθῶν δυναμιζόμενοι, καὶ εὐωδία αὐτοῦ, ὡς φησιν ὁ Παῦλος, γινόμενοι. Ἐκ φυλῆς Ἰωσήφ, δώδεκα χιλιάδες. Ἰωσήφ, πρόσθεσις· τοὔστιν οἱ ἐν προσθήκῃ μέρεσι σύν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὰ πρὸς τὸ Ἐκ φυλῆς Ῥουβὶμ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. Ῥουβὶμ, ὁράσεως υἱὸς ἐρμηνεύεται· δι’ οὐ δηλοῦνται οἱ διὰ καθαρότητα καρδίας τὴν πνευματικὴν ὁρᾶσιν κτησάμενοι. Ἐκ φυλῆς Γάδ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. Γάδ, πειρασμός· δι’ οὐ δηλοῦνται οἱ δι’ ὑπομονὴν πειρασμῶν κατὰ τὸν Ἰὼβ στεφανούμενοι. Ἐκ φυλῆς Ἄσρη, δώδεκα χιλιάδες ἐσφραγισμένοι. Ἄσρη, μακαρισμός· δι’ οὐ δείκνυνται οἱ τὴν δεσποτικὴν μακαρισμὸν διὰ πολιτείας ἀξίας κληρονομοῦντες, καὶ τῆς δεσποτικῆς τῆς ἐκ δεξιῶν τοῦ Χριστοῦ στάσεως ἀξιοῦμενοι, καὶ υἱοὶ φωτὸς καὶ ἡμέρας ἀναδεικνύμενοι.