Ancient Greek
142.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 142.9
Unproofread scanNot analysed yet
Ἐκ φυλῆς Νεφθαλὶμ, δώδεκα χιλιάδες. ξὴν ἀναγκαῖα λαμβάνοντες, ὡς φησιν ὁ Κύριος. Ἐκ φυλῆς Βενιαμιν, δώδεκα χιλιάδες ἐσφραγισμένοι. Βενιαμιν, υἱὸς ὀδύνης, ἢ υἱὸς ἡμέρας, ἢ υἱὸς δεξιάς · ὁπλᾶθ᾽ οἱ διὰ καρδιακῶν ὀδυνῶν, εἰτε οἱ τότε ἐξ Ἑβραίων πιστοὶ καὶ διαπεφευγότες τὴν [τῶν] Ῥωμαίων αἰχμαλωσίαν, τὸν ἀριθμὸν τοῦτον ἀναπληροῦντες· εἰτε, ὁ καὶ μᾶλλον πιστότερον, οἱ ἐπὶ συντελείας ἐξ Ἰουδαίων [διὰ πίστεως] σωζόμενοι, ὅτε, καθὼς φησιν ὁ Ἀπόστολος, μετὰ τὸ εἰσελθεῖν τὸ πλῆρωμα τῶν ἔθνῶν, πᾶς Ἰσραὴλ σωθήσεται· [καὶ] οὐδέτερον ἀπαράδεκτον. Ἡ μέντοι ἀκριβεία τῆς ἐξ ἑκάστης φυλῆς ἰσότητος ἐμφαίνειν μοι δοκεῖ τὸν πολυπλαιοταμὸν τοῦ ἀποστολικοῦ σπόρου · δωδεκάκις δώδεκα πολυπλασιαζομένου ἐπὶ τὸν τελείων τῆς χιλιάδος ἀριθμὸν, καὶ οὕτω τὰς ῥηθείσας χιλιάδας ἀποτελοῦντος · μαθηταὶ γὰρ ἦσαν τοῦ κόκκου τοῦ εἰς τὴν γῆν διὰ φιλανθρωπίαν πεσόντος, καὶ πολύφορον τῆς παγκοσμίου σωτηρίας τὸν καρπὸν βλαστήσαντος. Ἐπισημαντέον δὲ τοῦτο, ὅτι ἡ φυλὴ τοῦ Δάν, ὡς ἐξ αὐτῆς τικτομένου τοῦ Ἀντιχρίστου, ταῖς λοιπαῖς οὐ συντέτακται· ἀλλ᾽ ἀντ᾽ αὐτῆς ἡ τοῦ Λευί, ὡς ἱερατικῆς πάλαι, εἰς ἀριθμὸν μὴ ἐρχομένη · ἐκ δὲ τῆς τῶν ὀνομάτων ἐρμηνείας, ἔστι τινὰ τῶν φυλῶν ἑκάστη προσαρμόσαι διάνοιαν, ὡς ἐν τοῖς πλήσιν παρατίθεται· τὸν δὲ Ἰωσὴφ ἀντὶ τοῦ Ἑφραὶμ τοῦ υἱοῦ αὐτοῦ τέθεικεν. Ἄρμόδιος δὲ τούτοις ὁ λεχθεὶς ἀριθμὸς [τῆνεται], ὡς εἴρηται, [διὰ τε τοὺς πάλαι Ἑβραίων δώδεκα φυλάρχους,] διὰ τε τοὺς ἀντ᾽ αὐτῶν καταστάντας ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν θεοποισίως ἀποστόλους, ὡς γέγραπται· δι᾽ ὧν οἱ ἐν γῇ διασπορῇ τῆς γῆς Ἰουδαῖοι [ἐπ᾽ ἑσχάτων] σώζονται.