Ancient Greek
150.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 150.3
Unproofread scanNot analysed yet
ΚΓ´ ΚΕΦΑΛ. Περὶ τοῦ πέμπτου ἀγγέλου καὶ τῶν νοητῶν ἀκρίδων, καὶ τοῦ ποικίλου τῆς μορφῆς αὐτῶν. Καὶ ὁ πέμπτος ἄγγελος ἐκάλησε· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν· καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου· καὶ ἤνοιξε τὸ φρέαρ τῆς ἀβύσσου· καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης· καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος· καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. Καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ διδικήσωσι τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρόν, οὐδὲ πᾶν δένδρον· εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγίδα [τοῦ θεοῦ] ἐπὶ τῶν μετώπων [αὐτῶν]. Καὶ ἵνα βασανισθῶσι μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.