Ancient Greek
150.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 150.6
Unproofread scanNot analysed yet
Ἀστέρα τινὲς ἔφησαν ἐκ τοῦ οὐρανοῦ καταβάντα ἐν τῇ γῇ, ὡς τῇ ὑπολειφθείσῃ κοιλάδι Ἰωσαφὰτ ἐν τῇ κρίσει, ἄγγελον θεῖον εἶναι ἐπὶ τῶν κολάσεων. Φρέαρ δὲ τῆς ἀβύσσου, τὴν γέενναν· καὶ ἐξ αὐτῆς τὸν καπνὸν ἐξιόντα, ἀθέατον τοῖς κολαζομένοις τὸν ἥλιον καὶ τὸν ἀέρα ἀπεργάζεσθαι. Ἀκρίδας δὲ, τοὺς σκώληκας· περὶ ὧν φησιν ὁ προφήτης· Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει. Τὸ δὲ μὴ τὴν γῆν ἢ τὸν χόρτον, ἀλλὰ τοὺς ἀνθρώπους βασανίζεσθαι, διὰ τὸ ἀπαλλάττεσθαι ταῦτα τῆς φθορᾶς, ἥ δι’ ἡμᾶς ἐουλεύει σήμερον. Μῆνας δὲ πέντε τούτους βασανίζεσθαι, χρόνον τινὰ ἀρρίμωτον ἐπιτεταγμένους τοῦτο κολάζεσθαι [φησι·] μετὰ δὲ τούτων, ὑφεμένου μὲν, αἰωνίως δὲ. Ἐγὼ δὲ τὸν μὲν ἀστέρα συνομολογῶ εἶναι θεῖον ἄγγελον· τοῦτον δὲ κατὰ θεῖαν συγγνώμην τοὺς καταδεδικασμένους [τῇ ἀβύσσῳ] πονηροὺς ἀνάγειν δαίμονας· οὗς ὁ Χριστὸς ἐνανθρωπήσας ἐδῆσεν· ὅπως πρὸ τῆς συντελείας τὰ οἰκεῖα ἐνεργήσαντες,