Ancient Greek
157.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 157.4
Unproofread scanNot analysed yet
-Καὶ λέγει μοι· Δεῖ σε πάλιν προφητεύσαι ἐπὶ λαοὺς καὶ ἔθνεσι, καὶ γλώσσαις, καὶ βασιλεῦσι πολλοῖς. Καὶ λέγει μοι· Δεῖ σε πάλιν προφητεύσαι. —Διὰ τούτων δείκνυται, ἢ τὸ μὲν εὐθὺς [μετὰ τὴν ὁρασιν] τῆς θείας Ἀποκαλύψεως τὰ ὁραθέντα πέρας δέξεσθαι· ἀλλὰ δεῖν τὸν μακάριον διὰ τε τοῦ Εὐαγγελίου αὐτοῦ, διὰ τε τῆς παρούσης ἀποκαλύψεως, μέχρι συντελείας προφητεύειν τὰ μέλλοντα τοῖς ἀναγιγνώσκουσιν· ἢ τὸ μήπω τούτων θανάτῳ γεύσασθαι, ἐπὶ τέλει δὲ ἐλεύσεσθαι, τῆς ἀπάτης τοῦ Ἀντιχρίστου τὴν παραδοχὴν χωλύοντα.