Ancient Greek
157.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 157.6
Unproofread scanNot analysed yet
Καὶ ἐδόθη μοι κάλαμος ὁμοῖος ῥάβδῳ, λέγων μοι· Ἔγειραι καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ, καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ, ἔκβαλε ἔξω· καὶ μὴ αὐτὴν μετρήσης, ὅτι ἐδόθη τοῖς ἔθνεσι· καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μήνας τεσσαράκοντα [καὶ] δύο.