Ancient Greek
157.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 157.7
Unproofread scanNot analysed yet
Διὰ δὲ τοῦ καλαμοῦ τούτου, δείκνυται [πάντα] νοερὰ εἶναι τὰ ἐν οὐρανῷ φαίνεμενα, καὶ τὰ παρ' ἡμῖν ἀψυχα· ὥσπερ οὖν καὶ τὸ θυσιαστήριον καὶ ὁ θρόνος, καὶ τινὰ ἕτερα· ἐπεὶπῶς ὁ δοθεὶς αὐτῷ κάλαμος ἔλεγεν· Ἔγειραι, καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ· [δὶ' οὐ δείκνυται ἀγγελικὴ συνέσει ἐκμετρεῖν τὸν ναὸν τοῦ Θεοῦ.] Εἰ δὲ τις φήσει ὑπὸ τοῦ [αὐτοῦ] ἀγγέλου καὶ τὸν κάλαμον δεδοθᾶαι αὐτῷ, καὶ ἀκηκοέναι [παρ' αὐτοῦ]· Ἔγειραι, καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ. Τοῦτόν φαμεν τὸν κάλαμον μέτρον δηλοῦν γνώσεως, ἀναλογοῦν τῷ λαμβάνοντι· ἥς ἀξιοῦνται οἱ παρὰ Θεοῦ ναοὶ τῶν θείων ἀγγέλων δι' ἔργων ἀγαθῶν γινωσκόμενοι. Ἔγνω γὰρ Κύριος τοὺς δικας αὐτοῦ, θεῖον φησι λόγῳν. Ἰστέον δὲ ὡς τινὲς τὸν μὲν τοῦ Θεοῦ ναὸν τὴν Παλαιὰν Διαθήκην ἐνόησαν· τὴν δὲ ἔξωθεν αὐλὴν, τὴν νέαν, διὰ τὸ πλήθος τῶν ἐν αὐτῇ σωζομένων, οὕσαν ἀμέτρητον·