Ancient Greek
159.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 159.3
Unproofread scanNot analysed yet
Metà γὰρ τὸ διαμαρτύρασθαι αὐτούς, [φησιν] τὴν τῆς ἀπάτης ἀποφυγὴν, τὸ θηρίον, δηλαδὴ ὁ Ἀντίχριστος, ὁ ἐκ τῶν σκοτεινῶν καὶ βυθίων τῆς γῆς χωρίων ἐξιὼν, ἐν οἷς ὁ διάβολος καταβεβήκασιν, ἀνελεῖ αὐτοὺς κατὰ θεῖαν συγχώρησιν, καὶ ἀπαρξ αὐτῶν καταλείψει τὰ σώματα, ἐν αὐτῇ τῇ Ἱερουσαλήμ, δηλαδὴ τῇ παλαιᾷ καὶ κατεστραμμένῃ, ἐν ᾗ καὶ ὁ Κύριος πέπονθεν· [ἐν] ταύτῃ, ὡς δοῖκε, καθιστῶν τὰ βαλεῖτα κατὰ μίμησιν Δαβὶδ, οὗ ὁ υἱὸς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, κατὰ σάρκα γεγέννηται· ἵνα κἂν τοῦτο ἐαυτὸν εἶναι τὸν Χριστὸν πιστῶσιν, πληροῦντα [δήθεν] τὸ προφητικὸν λόγιον, τὸ φάσκον· Ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικοδομήσω· ὅπερ πλανάμενοι οἱ Ἰουδαῖοι, εἰς τὴν ἑκείνου παρουσίαν ἐκλαμβάνουσιν.