Ancient Greek
159.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 159.4
Unproofread scanNot analysed yet
Καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν, καὶ ἑθνῶν καὶ γλωσσῶν, τὰ πτώματα αὐτῶν ἡμέρας τρεῖς ἡμισυ· καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσι τεθῆναι εἰς μνήμην. Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, χαρήσονται ἐπ’ αὐτοῖς, καὶ εὐφρανθήσονται, καὶ δῶρα δώσουσιν ἀλλήλοις· ὅτι οὗτοι οἱ δύο προφῆται ἐβάσανισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.