Ancient Greek
159.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 159.5
Unproofread scanNot analysed yet
Καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν. —Οἱ ἄπαξ, φησίν, προκατειλημμένοι τοῖς ψευδεσὶ τοῦ Ἀντιχρίστου τέρασιν, καὶ τὸ θεοσυγὲς αὐτοῦ ὄνομα ἀνεβαλεῖντες [ἐν] ταῖς καρδίαις ἐγγράψαντες ἐκ τῶν Ἰουδαίων, Ἐκ τε ἐθνῶν, ταφήναι μὲν τὰ ἅγια σώματα χωλύσουσιν· ἐπὶ δὲ τῇ ἀπαλλαγῇ τῶν μαρτυρίων, ἃς ἐπὶ ἐπιστροφῇ ἐπασχον, εὐφρανθήσονται· μὴ λογιζόμενοι ὅτι, ὁν ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ [πάντα] υἱὸν ὃν παραδέχεται· καὶ ἐν κημῷ καὶ χαλινῷ ἄγει τοὺς μὴ ἐγγίζοντας πρὸς αὐτόν· ὅπως κἂν ἐξ ἀνάγκης πρὸς τὴν εὐθείαν ὁδὸν ἐπιστρέψωσιν· ἥς ἀπατηθέντες ἐξετράπησαν. Ἄλλ’ ἡμᾶς εὐχεσαὶ χόη, οὕτω Κυρίῳ λέγοντας· Ἀγαθὸν ἡμῖν ὅτι ἐταπείνωσας ἡμᾶς· ὅπως ἂν μάθωμεν τὰ δικαιώματά σου. Ἐπιστρέψωμεν ἡμῖς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν· [καὶ ἀπόστρεψον τὸν θυμόν