Ancient Greek
162.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 162.3
Unproofread scanNot analysed yet
Γυναῖκα δὲ περιβεβλημένην τὸν ἥλιον, τινὲς μὲν δι’ Ἰῶν τὴν [παναγίαν] Θεοτόκον νενοήκασι, πρὶν γνοῦσθαι αὐτῆς τὸν θεῖον τόκον, παθούσαν τὰ ἐγόμενα. Ὁ δὲ μέγας Μεθόδιος εἰς τὴν ἁγίαν Ἐκκλησίαν ἐξέλαθεν ἀνάγκαστα τῇ Δεσποτικῇ γεννήσει τὰ περὶ αὐτῆς ἠγισμένα, διὰ τὸ δὴ πρὸ πολλοῦ τετέχθαι τὸν Κύριον [ἡμῶν] καλὸν δὲ καὶ αὐτῶν τῶν ῥημάτων τοῦ μακαρίου Μεθοδίου μνησθῆναι· ὡς φησιν ἐν τῷ λεγομένῳ Συμποιῳ (φ ἐκ προσώπου Πρόκλῆς παρθένου οὕτως· «Ἡ γυνὴ ἡ περιβεβλημένη τὸν ἥλιον, ἐστὶν ἡ Ἐκκλησία. Ὁ δὲ ἡμῖν ἐσθὴς, τοῦτο ἐκεῖνη φῶς· ὁ δὲ ἡμῖν χρυσὸς ἢ διαφανεῖς λίθοι, τοῦτο ἐκεῖνι τὰ ἄστρα· [τὰ] ἄστρα δὲ κρεῖττον καὶ ἐμφανέστατα. Ἐπεβέβηκε δὲ ἐπὶ σελήνης. Σελήνην δὲ τροπικῶς ἠγοῦμαι, τὴν πίστιν τῶν ἀποκαθαρισμένων τὴν ψυχρὰν τοῦ λουτροῦ· τὸν ἐκ τῆς σελήνης ἠρτησθαι τὴν ὑγρὰν οὐσίαν· ὁδίνουσα καὶ ἀναγεννῶσα τοὺς ψυχικοὺς εἰς πνευματικούς, καὶ τὴν καθ’ ὁμοίωσιν ἰδεῖν αὐτοὺς καὶ μορφωσιν μορφωσιν τοῦ Χριστοῦ. »Καὶ πάλιν φησιν· «Οὐ χρὴ τὸν Χριστὸν αὐτὸν εἶναι νομίζειν τὸν γεννώμενον· πάλαι γὰρ πρὸ τῆς [Ἰωάννου] Ἀποκαλύψεως ἐπεπλήρωτο τὸ μυστήριον τῆς ἐνανθρωπήσεως τοῦ [θείου] Λόγου· ὁ δὲ Ἰωάννης περὶ παρόντων καὶ μελλόντων θεσμηθεί. »Καὶ μεθ’ ἕτερα· «Ὡστε ἀνάγκη ὁμολογεῖν ἡμῖν τὴν Ἐκκλησίαν εἶναι τὴν ὁδίνουσαν καὶ γεννώσαν τοὺς ἀπολελυρωμένους, ὡς φησιν ἐν Ἠσαΐᾳ τὸ Πνεῦμα· Πρὶν τὴν ὁδίνουσαν τεκεῖν, ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν. Τίνα ἐξέφυγεν; Ἡ πάντως τὸν δράκοντα· ἵνα γεννῇ τὸν λαὸν ἡ νοητὴ Σιών τὸν ἄρρενα. »Καὶ ἐξῆς· «Ὡστε ἐν ἑκάστῳ γεννᾶσθαι τὸν Χριστὸν νοητῶς. Καὶ διὰ τοῦτο ἡ Ἐκκλησία σπαργανοῖ καὶ ὀδίνει ἄχρις ἂν ὁ Χριστὸς μορφωθῇ ἐν ἡμῖν γεννηθείς· ὅπως ἑκάστους τῷ μετέχειν Χριστοῦ, Χριστὸς γένηται. »