Ancient Greek
162.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 162.4
Unproofread scanNot analysed yet
Ἡ Ἐκκλησία [τοίνυν] τὸν Ἥλιον τῆς δικαιοσύνης [Χριστὸν] περιδέδεται. Καὶ γὰρ νομιχὼν φῶς τῆς νυκτοφασοῦς σελήνης, καὶ τὴν ὡς σελήνην ἀλλοιούμενην κοσμικὴν ζωὴν, ὑπὸ τοὺς πόδας κέκτηται. Καὶ ἐπὶ τῆς κεφαλῆς τὸν τῶν ἀποστολικῶν δογμάτων τε καὶ ἀρετῶν περιέχει στέφανον. Ὁ αὐτὸς δὲ καὶ ὡς ἐκ τῆς σελήνης, ἠρτημένης τῆς ὑγρᾶς οὐσίας, δηλοῦσθαι φησι διὰ τῆς σελήνης τὸ βάπτισμα, θαλασσῶν τροπικῶς ὀνομαζόμενον· τοῖς μὲν ἀναγεννωμένοις σωτήριον, τοῖς δὲ δαιμονίοις ὀλέθριον.