Ancient Greek
164.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 164.2
Unproofread scanNot analysed yet
Καὶ ὁ δράκων ἔστησεν ἔναντι τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν · ἵνα ὅταν τέκῃ, τὸ τέκνον αὐτῆς καταφάγῃ. Καὶ ὁ δράκων ἔστησεν ἔναντι τῆς γυναικός. —Ἀεὶ γὰρ ὁ ἀποστάτης ἀντικρὺ τῆς Ἐκκλησίας ὁπλίζεται, τοὺς ἀναγεννωμένους κατὰ καιρὸν ἐξ αὐτῆς, οἰκείων βρώμα ποιείσθαι ὀρεγόμενος · μᾶλλον δέ, διὰ τῆς Ἐκκλησίας καὶ αὐτὸν τὸν Χριστὸν διώκων, ὡς κεφαλὴν αὐτῆς, τὰ τῶν πιστῶν οἰκειούμενος. Διὸ καὶ, Σαῦλε, Σαῦλε, τί με διώκεις; ἔλεγε.