Ancient Greek
164.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 164.4
Unproofread scanNot analysed yet
Καὶ ἔτεκεν υἱὸν ἄρρενα · ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ῥάβδῳ σιδηρᾷ. Καὶ ἔτεκεν υἱὸν ἄρρενα. —Διηγεῖτο ἡ Ἐκκλησία διὰ τῶν βαπτιζομένων τὸν Χριστὸν γεννᾷ, ὡς ἐν ἐκείνοις μορφοῦμενον ἄχρι τῆς συμπληρώσεως τῆς πνευματικῆς ἡλικίας, κατὰ τὸν Ἀπόστολον. Ἄρρην δὲ υἱὸς, ὁ τῆς Ἐκκλησίας λαός, καὶ ταῖς ἡδοναῖς ἀθλυντὸς · δι’ οὗ [καὶ] ἤδη μὲν ταῖς τῶν δυναστῶν Ῥωμαίων χερσὶ ταῖς κραταιαῖς · ὡς ὁ σίδηρος, τὰ ἔθνη ἐποίμασεν Χριστὸς ὁ Θεός. Ποιμανεὶ δὲ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, κριτὰς καθιστὼν τοὺς ἰσχυροὺς τῇ πίστει κατὰ τὸν σίδηρον, τῶν εὐθρύπτων καὶ ἀσθενῶν σκευῶν τῶν ἔθνων, ἃ δι’ ἀπιστίαν τὸν μυστικὸν [καὶ] νέον οἶνον οὐκ ἐχώρησαν.