Ancient Greek
188.5 to 188.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 188.5-6
Unproofread scanNot analysed yet
καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ, [τοῦ] δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. Βαβυλὼν δὲ ἡ μεγάλη, ἡ συγκεχυμένη, φησὶ τοῖς οἰκείοις τοῦ βίου περισπασμοῖς, καὶ μεγαλυνθεῖσα τῷ ἐξ ἀδικιῶν πλούτῳ πολυάνθρωπος πλήθους, τὸ ποτήριον τῆς ὀργῆς τοῦ θεοῦ πίεται, ὡς ἐκ λήθης διὰ μακροθυμίας εἰς μνήμην ἐλθοῦσα τῆς τοῦ πασχόντος δικαίου καὶ τῆς ἐν λόγοις καὶ ἔργοις δυσσεβείας ἐκδικήσεως.