Ancient Greek
189.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 189.1
Unproofread scanNot analysed yet
Καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη · καὶ οὐχ εὐρέθησαν. Μήσους δὲ τὰς [δύλας] Ἐκκλησίας, καὶ ὄρη, τοὺς ἐν αὐταῖς προύχοντας [νοεῖν] ἐκ τῆς θείας Γραφῆς διδασκόμεθα. Φεύγειν δὲ τούτους ἐν τῷ καιρῷ τῆς τῶν προφηθέντων ἐπαγωγῆς, ἐκ τοῦ Κυρίου ἀκηκόαμεν, λέγοντος· Τότε οἱ ἀπὸ ἀνατολῶν φεύξονται ἐπὶ δυσμάς · καὶ οἱ ἀπὸ δυσμῶν, εἰς ἀνατολὰς · ἔσται γὰρ ἡλὺς μεγάλη σὰ οὐ γένοτα· ἀπὸ καταβολῆς κόσμου, οὐδ’ οὐ μὴ γένηται · τῶν μὲν, δι’ ἁμαρτίας κολαζομένων · τῶν δὲ, πρὸς δοκιμὴν ἀρετῆς, ὑπομηνόντων τὰ δυσχερῆ· οὐ μόνον ἐν ταῖς τοῦ Ἀντιχρίστου ὑπὲρ Χριστοῦ κολάσεσιν, ἀλλὰ καὶ ἐν ταῖς φυγαῖς καὶ [ἐν ταῖς] ἐν τοῖς ὄρεσι καὶ σπηλαίοις καταπαθείαις· ἅ· τῆς ἐν [τῇ] πόλει διατριβῆς προτιμήσουσι, διὰ τὴν τῆς εὐσεβείας τήρησιν.