Ancient Greek
199.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 199.3
Unproofread scanNot analysed yet
Καὶ ἤσεν εἰς ἄγγελος ἰσχυρὸς λίαν μέγα ὡς μύλος· καὶ ἔβαλεν εἰς τὴν θάλασσαν, λέγων· Οὕτως ὀρμηματί βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἐτι · καὶ φωνὴ κιθαριστῶν καὶ μουσικῶν, καὶ αὐλητῶν καὶ σαλπιστῶν, οὐ μὴ ἀκουσθῇ ἐν σοι ἐτι· καὶ πᾶς τεχνιτὴς πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοι ἐτι· καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοι ἐτι· καὶ φῶς λύχνου οὐ μὴ φαγῇ ἐν σοι ἐτι· καὶ φωνὴ νυμφίου καὶ νυμφίου οὐ μὴ ἀκουσθῇ ἐν σοι ἐτι, ὅτι οἱ ἔμποροι σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς· καὶ ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη· καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.