Ancient Greek
199.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 199.4
Unproofread scanNot analysed yet
Καθάπερ, φησίν, ὁ μύλος· καταδυθεὶς ὀρμηματί εἰς τὴν θάλασσαν, οὕτω καὶ ἡ τῆς Βαβυλῶνος ταύτης ἀθρόος ἔσται, καθαίρεσις· ὥστε μήτε ἴχνος αὐτῆς φυλαχθῆναι εἰς τὸ μετέπειτα · τοῦτο γὰρ σημαίνει ἡ τῶν κιθαριστῶν καὠ μουσικῶν καὶ τῶν λοιπῶν [ὀργάνων] Ἐκλείψις. Τὴν δὲ αἰτίαν φησίν, ὅτι πάντα τὰ ἔθνη ἐν τῇ οἰκείᾳ [μελωδίᾳ καὶ] φαρμακείᾳ ἐπλάνησαν, καὶ αἱμάτων προφητικῶν καὶ λοιπῶν ἁγίων γέγονε δοχεῖον· δι' ὧν ἀπάντων [καὶ] τὴν ἀσεβῆ παρὰ Πέρσαις Βαβυλῶνα δηλοῦσθαι εἰκός, ὡς πολλῶν ἁγίων κατά διαφόρους καιροὺς μέχρι· τοῦ νῦν δεξαμένη αἵματα, καὶ ὡς μαγεύσας καὶ ἀπάταις διηνεκῶς χαίρουσαν. Καὶ τοῦτο μὲν εὐχῆς ἔργον, ταύτην τὰ προφητεύουσα δεῖξασθαι τῆς κατὰ Χριστοῦ καὶ αὐτοῦ αὐτῶν θολύνων ἀλαζονίας ἐπίχειρον [φέρουσαν] · ἀλλ' ἐναντιοῦσθαι πως δοκεῖ τῇ ὑπολήψει ταύτῃ τὸ ἐκ τῶν ἀρχαίων τῆς Ἐκκλησίας