Ancient Greek
201.1 to 201.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 201.1-3
Unproofread scanNot analysed yet
Καὶ φωνὴ ἐκ τοῦ θρόνου ἐξῆλθε, λέγουσα· Αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ, καὶ οἱ φοβούμενοι αὐτόν, [καὶ] οἱ μικροὶ καὶ οἱ μεγάλοι. Θρόνος δὲ τοῦ Θεοῦ, τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ · ἀφ’ ὧν ὑμνεῖν αὐτὸν ἐγκελεύδεται, οὐχ οἱ μεγάλοι μόνον, ἀλλὰ καὶ οἱ μικροὶ ἐν κατορθώμασι, καταλλήλως ἕκαστος τῆς οἰκείας δυνάμεως. Οἶμαι δέ, καὶ οἱ νῦν μικροὶ τῇ ἡλικίᾳ καὶ ἀτελεῖς παῖδες [θνήσκοντες], μεγάλοι ἀνιστάμενοι, τὸν μεγαλοῦργον Θεὸν ὑμνήσουσιν. Καὶ ἤκουσα φωνῆς ὄχλου πολλοῦ, καὶ ὡς φωνῆς ὕδάτων πολλῶν, καὶ ὡς φωνῆς βροντῶν ἰσχυρῶν, λεγούσης· Ἀλληλουϊα· ἐτι ἐσωθλήσωσεν [Κύριος] ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ· χαίρομεν καὶ ἀγαλλιῶμεν, καὶ δώσομεν τὴν δόξαν αὐτῷ· δεὶ γὰρ ὁ γάμος τοῦ Ἀρνίου.