Ancient Greek
211.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 211.1
Unproofread scanNot analysed yet
Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς· καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων, καὶ τὴν πόλιν τὴν ἡγαπημένην· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ [ἀπὸ τοῦ Θεοῦ,] καὶ κατέφαγεν αὐτούς· καὶ ὁ διάβολος ὁ πλανῶν αὐτούς, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου· ὅπου [καὶ] τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης· καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας [τῶν αἰώνων.]