Ancient Greek
211.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 211.2
Unproofread scanNot analysed yet
Ὅτι ἐν φαιδὼν τινων θήρες ἄγριοι, οὕτως, φησίν, ἐκ τῶν οἰκείων τόπων ὑπὸ τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δαιμόνων στρατηγούμενοι, ἐν τῇ γῇ καταπλατυνόμενοι, ὡς τὴν παρεμβολὴν τῶν ἁγίων (δηλαδὴ τὴν Ἐκκλησίαν [τοῦ Χριστοῦ,] τὴν ἐν τοῖς τέσσαρσι πέρασι τῆς οἰκουμένης ἠδραμμένην) πορθήσονται· ἀγνοοῦντες ὅτι οὐχ εἰς μόνον ἄγγελος, ἀλλὰ πολλοὶ κύκλῳ τῶν φοβουμένων τὸν Θεὸν παρεμβαλοῦσι, κατὰ τὸ ψαλμικὸν λόγιον· προσεῖσι δὲ καὶ τὴν νέαν Ἱερουσαλὴμ, τὴν ἡγαπημένην πόλιν, χειρωσόμενοι· ἐξ ἧς ὁ θείος νόμος διὰ τῶν ἀποστόλων εἰς τὴν οἰκουμένην διέδραμεν. Ἐνθά καὶ τὸν Ἄντιχριστὸν φασιν ἐν τῷ ναῷ καθεσέσθαι [τοῦ Θεοῦ]· εἰς ἐν τῷ Ἱουδαϊκῷ τῷ πόλει [μὲν] θείῳ, καθαιερεῖν· δὲ διὰ τὴν κατὰ Χριστοῦ τόλμαν, καὶ ὑπ’ αὐτοῦ ἀνορθοῦνθαι προσδοκοῦμεν· τοῖς θεομάχοις Ἰουδαίοις· · εἰτὲ ἐν τῷ ἀληθῶς θείῳ ναῷ, τῇ καθολικῇ Ἐκκλησίᾳ, τὰ ἀλλότρια σφετεριζόμενον, καὶ ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ Θεός, καθὼς φησιν ὁ Ἀπόστολος. Ἄλλ’ οὖκ εἰς μακρὰν [φθῖσι] πῦρ οὐρανόθεν κατῖον, εἰτε ὁ· αὐτὸν [πῦρ] ὡς τοὺς δύο πεντηκοντάρχους ἐπὶ Ἠλιοῦ, εἰτὲ ἡ Χριστοῦ ἐνδόξος παρουσία, ἀνελεί τῷ πνεύματι τοῦ στόματος αὐτοῦ· τούτους τε καὶ τὰ προλεχθέντα ἔθνη καταφάγεται, καὶ τὸν στρατηγὸν αὐτῶν τὸν διάβολον [καὶ] τῇ τοῦ πυρὸς λίμνῃ παραδώσει σὺν τῷ Ἀντιχριστῷ καὶ τῷ ψευδοπροφήτῃ βασανισθησομένους εἰς αἰῶνας αἰώνων. Ἡμεῖς δὲ, παρὰ τοῦ Σωτῆρος Χριστοῦ διδαχθέντες εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν, ἐκτενῶς τοῦτο προσευξόμεθα, τὴν οἰκεῖαν ἀσθένειαν ἐπιγινώσκοντες, τῆς τῶν προφητευθέντων πείρας φυλάγναι, καὶ μῆτε τὴν τοῦ Ἀντιχριστοῦ θάττασθαι Ἐλευσιν, μῆτε τῶν προλεχθέντων ἔθνων τὴν κίνησιν, μῆτε κίνδυνον θανατηφόρον, τῆς σωτηρίου πίστεως ἀποστήναι βιαζόμενον· ἀλλὰ τὸ μαρτύριον τῆς συνειδήσεως κατὰ τὸ δυνατὸν φυλάττοντες ἀτρυτῶν, καὶ τῆς πρὸς τὸν ἀγοράσαντα ἡμᾶς τῷ τιμίῳ αὑτοῦ αἵματι [Χριστῷ] ἀγάπης τὸ διάτυπον δι’ ἀγαθῶν ἔργων ἐπιδεικνύμενοι, τῶν αἰωνίων ἀγαθῶν ἐλπίζωμεν τὴν ἀπολαύσιν, τοῖς πλουσίοις τοῦ Θεοῦ οἰκτιρμοῖς πρὸς τοῦτο νεουργήμενοι. Ὅν τυχεῖν ἡμῖ, γένοιτο ἐν αὐτῷ τῷ Σωτῆρι [καὶ] Λυτρωτῇ ἡμῶν Χριστῷ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ