Ancient Greek
214.6 to 215.10
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 214.6-215.10
Unproofread scanNot analysed yet
Καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλήμ καινήν εἰδον καταβαινουσαν ἐκ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θεοῦ ἡτοιμασμένην, ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. Ἀληθινοὶ οἱ λόγοι οἱ ὕπ’ αὐτῆς τῆς ἀληθείας ἐκφερόμενοι, καὶ μηκέτι διὰ συμβόλων, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων γνωσκομένοι. Ἀρχὴ δὲ καὶ τέλος ὁ Χριστός, ὡς πρῶτος, διὰ τὴν θεότητα· καὶ ἔσχατος, διὰ τὴν ἀνθρωπότητα, καὶ ὡς ἀπὸ τῆς πρώτης τῶν ἀσωμάτων κτίσεως μέχρι τῶν τελευταίων ἀνθρώπων τὴν οἰκείαν ἐκτείνων πρόνοιαν.