Ancient Greek
215.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 215.2
Unproofread scanNot analysed yet
Ἐκ δὲ τοῦ τῆν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν θεασασθαι, δεικνυται τὸ τῆς καινότητος ὄνομα, τῆς ἐπὶ τὸ φαιδρότερον μεταποιήσεως γνῶρισμα, ἧς ἡ ἄνω Ἱερουσαλὴμ τεῦζεται, ἐκ τῶν ἀσωμάτων δυνάμεων ἀνωθεν μέχρις ἀνθρώπων καταβαίνουσα, διὰ τὸ κοινὴν γενέσθαι κεφαλὴν ἀμφοτέρων Χριστὸν τὸν θεὸν ἡμῶν. Αὕτη δὲ ἡ πόλις ἐξ ἁγίων ἀρμολογεῖται: περὶ ὧν γέγραπται· Αἱδοὶ ἅγιοι κυλίουται ἐπὶ τῆς γῆς· ἀκρογωνιατὸν τὸν Χριστὸν ἔχουσα. Δέγεται δὲ πόλις μὲν, ὡς τῆς βασιλίδος Τριάδος οἰκητήριον· ἐνοικεῖ γὰρ ἐν αὐτῇ καὶ ἐμπεριπατεῖ, καθὼς ἐπήγγελκεν· νύμφη [δὲ,] ὡς κολλωμένη τῷ ἀποστόλῃ, καὶ συναπομένη εἰς ἄκραν καὶ ἀδιέστατον συνάφειαν· κεκοσμημένη δὲ, ὡς ἐωθὲν, κατὰ τὸν Ἁλμῶδιν, τὴν δόξαν καὶ τὴν ὥραν ἐν τῇ ποικιλίᾳ τῶν ἀρετῶν ἔχουσα.