Ancient Greek
217.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 217.4
Unproofread scanNot analysed yet
Διὰ τούτων δείκνυται, μὴ μόνον τὰς κακωτικὰς ἐπάγειν πληγὰς τοὺς ἀγγέλους, ἀλλὰ [καὶ] ὡς ἰατροὺς, ποτὲ μὲν τέμνοντας, ποτὲ δὲ ἤπια φάρμακα ἐπιτάσσοντας. Ὁ γὰρ τότε τὴν πληγὴν τοῖς ἀξίοις ἐπάγων, νῦν τὴν μακαριότητα τῆς Ἐκκλησίας τῷ ἀγίῳ ὑποδείκνυσιν. Καλῶς δὲ τὴν νύμφην τοῦ Ἀρνίου γυναῖκά φησιν· ἔτε γὰρ ὡς ἀμνὸς ἐσφαγιάσθη ὁ Χριστός, τότε αὐτὴν τῷ οἰκείῳ αἵματι ἐνυμφεύσατο. Ὡσπερ γὰρ τοῦ Ἀδὰμ καθεύδοντος, διεπλάσθη ἡ γυνὴ τῆς πλευρὰς ἀφαιρέσει, οὕτω καὶ τῷ Χριστῷ ἐν τῷ σταυρῷ ἐκουσίως διὰ θανάτου ὑπνώσαντι, τῇ ἐκχυσεί τοῦ ἐκ τῆς πλευρὰς αἵματος ἡ Ἐκκλησία συστάσα, τῷ τυλόντι δι' ἡμᾶς ἡρμόσται.