Ancient Greek
217.5 to 219.10
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 217.5-219.10
Unproofread scanNot analysed yet
Καὶ ἀνήνεγκέ με ἐν πνεύματι ἐπ' ὄρος μέγα καὶ ὑψηλόν· καὶ ἐδειξέ μοι τὴν πόλιν τὴν μεγάλην τὴν ἁγίαν Ἱερουσαλὴμ, καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ. Τὸ δὲ ἀπενεχθῆναι ἐν πνεύματι δηλοῖ τὸ ἐκ τῆς ἀρρήγαι τῇ φρονήσει διὰ τοῦ πνεύματος πρὸς τὴν τῶν ἐπουρανίων κατανόησιν· ἐπ' ὄρος δὲ μέγα, τὴν ἀνυγμένην καὶ ὑπερκόσμιον [τὴν] τῶν ἁγίων ζωὴν [αἰνίττεται.] Ἐν ᾗ ἡ γυνὴ τοῦ Ἀρνίου, ἥτις Ἱερουσαλὴμ, ἀπὸ Θεοῦ κοσμηθήσεται καὶ δεξασθήσεται καὶ ὁ φωστήρ αὐτῆς ὁμοῖος λίθω τιμιωτάτῳ [ὡς λίθῳ] ἰάσπιδι κρυσταλλίζοντι. Φωστήρ τῆς Ἐκκλησίας, ὁ Χριστός· διὰ μὲν τῆς κρυσταλλούσης ἰάσπιδος, ὡς ἀειθαλὴς καὶ ζωοδόρος καὶ [ὡς] καθαρός· δι' ἑτέρων δὲ ἐτέρως σχιγραφούμενος· οὐδὲ γὰρ ἕνός εἴδους παραδείγματι τῶν ποικίλων αὐτοῦ περι ἡμᾶς εὐεργεσιῶν τὸ πολὺτροπον διαγραφῆναι δύναται. "Ἔχουσα τὸ τεῖχος μέγα καὶ ὑψηλόν, καὶ [ἔχουσα] πυλεῶνας ιβ', καὶ ἐπὶ τοῖς πυλεῶσιν ἀγγέλους ιβ', καὶ ὀνόματα ἐπιγεγραμμένα, ἃ ἐστὶ τῶν ιβ' φυλῶν τοῦ Ἰσραήλ. αὐτῆς ὅσον τὸ πλάτος· καὶ ἐμέτρησεν τὴν πόλιν ἐν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μήκος αὐτῆς, καὶ τὸ πλάτος καὶ τὸ ὕψος, ἴσα ἐστίν. Διὰ τῆς ἰασπίδος, χλωριζούσης τὴν χροῖαν κατὰ τὴν σμάραγδον, εἰκὸς τὸν χορυφαῖον Πέτρον δηλοῦσθαι· ἄτε τὴν νέκρωσιν τοῦ Χριστοῦ βαστάσαντα ἐν τῷ σώματι, καὶ τὸ ἀειθαλὲς καὶ νεάζον ἐν τῇ πρὸς αὐτὸν ἀγάπῃ ἐνδειξάμενον· ὃς [καὶ] ὠδήγησεν ἡμᾶς εἰς τόπον χλόης διὰ [τῆς] θερμῆς πίστεως.