Ancient Greek
219.3 to 219.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 219.3-5
Unproofread scanNot analysed yet
Καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἐκατὸν τεσσαράκοντατεσσάρων πηχῶν· μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. Τὸ μέτρον τοῦ βάθους τοῦ τείχους, πηχῶν ἐκατὸν τεσσαράκοντα τεσσάρων· δωδεκάκις γὰρ ὁ δώδεκα ἀριθμὸς συντεibleμένος, ὁ τὴν ἀποστολικὴν διδασκαλίαν ἐμφαίνων, τοῦτον ἀποτελεῖ τὸν ἀριθμόν. Καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς, ἰασπὶς καὶ ἡ πόλις χρυσίον καθαρόν, ὁμοιον ὀλίῳ καθαρώ. Ἡ δὲ ἐνδόμησις τοῦ τείχους, ἰασπὶς, τὴν ἀειθαλῆ καὶ ἀμάραντον ζωὴν τῶν ἁγίων ἐνδεικνύται, καθὼς πολλάκις εἴρηται. Καθαρόν δὲ τὸ χρυσίον αὐτῆς ὡς ὕδωρ, διὰ τὸ διαυγὲς καὶ λαμπρὸν τῶν αὐτῆς οἰκητόρων.