Ancient Greek
219.11
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 219.11
Unproofread scanNot analysed yet
Ὁ δεύτερος, σάπφειρος. Τετράγωνος δὲ ἡ πόλις κεῖται, διὰ τὸ ἴδραλον καὶ πᾶγον· τὸ γὰρ κατὰ τε βάθος καὶ μήκος καὶ πλάτος ἰσόπλευρον κύθος τισὶν ὀνόμασται· ἰδραῖότης δὲ δηλοῦν λέγεται. Αἱ δὲ δώδεκα χιλιάδες τῶν σταδίων, ἃς ἔχειν φησὶ τὴν πόλιν, ἴσως μὲν σημαῖνους τὸ ταύτης μέγεθος· ὑπὲρ γὰρ ψάμμον, ὡς φησιν ὁ Δαυὶδ, οἱ ταύτης οἰκήτορες πληθυνθήσονται· ἴσως δὲ καὶ διὰ τὴν ἀριθμὸν τῶν δώδεκα ἀποστόλων, δι’ ὧν αὐτὴ κατοικίζεται. Καὶ ὁ ἑβδοματικὸς [δὲ] ἀριθμὸς, μυστικὸς ὢν, διὰ τινὸς ἀναλύσεως παρίστασι τὸ ζητούμενον. Αἱ γὰρ ἑβδεκα χιλιάδες τῶν σταδίων, σημεία ἀποτελοῦσι τὰ λεγόμενα μίλια, ἁφιδ’ τῶν μὲν χιλίων δηλούντων τῆς ἀπεράντου ζωῆς τὴν τελειότητα· τῶν δὲ ἑπτακοσίων, τὸ ἐν ἀναπαύσει τελείων· τῶν δὲ δεκατεσσάρων, τὸν διπλοῦν σαββατισμὸν τῆς ψυχῆς καὶ τοῦ σώματος. Δις γὰρ ἑπτὰ, δεκατέσσαρα.