Ancient Greek
222.8 to 222.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 222.8-9
Unproofread scanNot analysed yet
Καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν· καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν πᾶν κοινόν, καὶ ποιοῦν βδέλυγμα, καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ Ἀρνίου. Ἡ δὲ λαμπρότης καὶ ἡ δόξα τῶν ἐθνῶν, τοὔστιν οἱ ἐν αὐτοῖς Χριστῷ εὐαρεστήσαντες, ἐν τῇ πόλει ἐκείνῃ καρποφορηθήσονται. Πᾶν δὲ κοινὸν καὶ ἀκάθαρτον ἐκεῖ οὐκ εἰσελεύσεται. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;