Ancient Greek
223.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 223.1
Unproofread scanNot analysed yet
[καὶ] λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ Ἁγίου, ἐν μέσῳ τῆς πλατείας αὐτῆς. Ὁ μὲν ἐκ τῆς ἐν τῷ παρόντι βίῳ [Ἐκκλησίας] ἐκπορευόμενος ποταμὸς, τὸ τῆς παλινγενεσίας αἰ-νέστερον βάπτισμα· διὰ Πνεύματος μὲν [Ἁγίου] ἐνεργούμενον, καθαροὺς δὲ τοὺς λουομένους ὑπὲρ χνᾶν καὶ κρύσταλλον ἀπεργαζόμενον. Τὴν δὲ ἄνω Ἱερουσαλὴμ ὁ ποταμὸς τοῦ θεοῦ ὁ πεπληρωμένος ὑδάτων, τὸ ζωοποιὸν Πνεῦμα διαπορεῦεται, ἐκ τοῦ θεοῦ καὶ Πατρὸς ἐκπορευόμενον, καὶ διὰ τοῦ Ἁγίου, διὰ μέσου τῶν ὑπερτάτων δυνάμεων, αἱ θρόνος τῆς θεότητος ὀνομάζονται· τὰς πλατείας πληροῦν τῆς ἁγίας πόλεως· δηλαδὴ τὸ πλήθος αὐτῆς, τὸ ὑπὲρ ψάμ-μον, κατὰ τὸν Ψαλμωδὸν, πληθυνόμενον.