Ancient Greek
224.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 224.1
Unproofread scanNot analysed yet
μοναὶ παρὰ τῷ Πατρὶ· τὸν μὲν ἥττονος, τὸν δὲ πλείονος ἀξιοῦσαι λαμπρότητος, κατὰ τὴν ἐκάστου ἀναλογίαν τῶν πράξεων. Καὶ ἑτέρως δὲ τοῦτο νοητέον, ἕνως ζωῆς λοιούρῃ καρποῦς ἱβ', τὸν ἀποστολικὸν χορὸν [νοοῦμεν] κατὰ μετοχὴν τοῦ ὁντως ξύλου τῆς ζωῆς, τοῦ διὰ τῆς πρὸς [τὴν] σάρκα κοινωνίας δωρησαμένου ἡμῖν μετοχὴν πρὸς τὴν αὐτοῦ θεότητα. Τοῦτον καρποῖ, οἱ ἐν ἑκατὸν καρποφορήσαντες. Φύλλα δὲ, οἱ ἐν ἐξήκοντα· οἱ καὶ τοὺς ἐν τριάκοντα τοὺς ἐκ τῶν ἐθνῶν [τὴν] θεραπείαν προσελθούσι, τοὺς ὑποδεηχότας τῶν θείων φωτῶν τὴν αἴγλην διαποροῦμεντες, ὅπερ διὰ τῶν καρποφορησάντων ἐν ἑκατὸν ἐδέξαντο. Ὡς γὰρ φύλλων καὶ καρπῶν [ἔστιν ἡ] διαφορά, τοσαύτη καὶ τῶν τότε σωζομένων· τῶν μὲν ἥττον, τῶν δὲ πλείον δοξαζομένων, ὡς γέγραπται. Εἰ δὲ ἐνικῶς τὸ ξύλον ἀντὶ τῶν ξύλων γέγραπται, τὴν ἑνίαν τῶν ἁγίων ὁλοὺ συνδιάταξιν καὶ ὁμόνοιαν. Ἔθος δὲ [καὶ] τῇ Γραφῇ πολυλαχοῦ ἀντὶ ξύλων πολλῶν ἐνικῶς ξύλον καλεῖν· καὶ ἀνθ' ἑτέρων πληθυντικῶν, ἐνικὰ ἀνάματα [λέγειν].