Ancient Greek
223.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 223.5
Unproofread scanNot analysed yet
Καὶ τὰ φύλλα τοῦ ξύλου, εἰς θεραπείαν τῶν ἐθνῶν. Φύλλα δὲ τοῦ ξύλου [τῆς ζωῆς] δηλαδὴ τοῦ Χριστοῦ, αἱ ἐπιπολαιότεραι τῶν θείων χρημάτων νοήσεις· ὡσπερ καρποὶ αὐτοῦ, ἡ τελειοτέρα γνώσις, ἥ ἐν τῷ μέλλοντι ἀποκαλυπτομένη. Ταῦτα τὰ φύλλα, εἰς θεραπείαν, δηλαδὴ εἰς τὴν τῆς ἀγνοίας ἀποκά-θαρσιν τῶν ὑποδεδηχθέντων ἐν τῇ τῶν ἀρετῶν ἐργασίᾳ ἐθνῶν, ἔσονται· διότι ἄλλη δόξα ἡλίου, καὶ ἄλλη [δόξα] σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· καὶ πολλαὶ