Ancient Greek
252.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 252.5
Unproofread scanNot analysed yet
ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΚΑΙ ΗΓΑΠΗΜΕΝΟΥ ΑΠΟΚΑΛΥΨΙΣ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Προοίμιον τῆς Ἀποκαλύψεως, καὶ ὅτι δι' ἀγγέλου αὐτῷ δέδοται. Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεός, δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ δεδήλωκεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ, τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα τε εἶδεν, καὶ ὅσα ἤκουσεν, καὶ ἃτινα δεῖ γενέσθαι μετὰ ταῦτα.