Ancient Greek
253.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 253.1
Unproofread scanNot analysed yet
Τίνος γὰρ ἦσαν οἱ ἅγιοι δοῦλοι, εἰ οὐ τοῦ Θεοῦ; πρὸς ὃν καὶ εἴρηται, ὅτι «Τὰ σύμπαντα δούλα σά. »Ἐπενεγκών δὲ, τὴν μυσταγωγίαν οὖ τὸν Χριστὸν αὐτόχρημα αὐτῷ καταπράξαι, εἰ μὴ διὰ τοῦ ἀγγέλου αὐτοῦ, τῷ φιλήδησε τοῦ τὴν Ἀποκάλυψιν ἐλη-φότος ὑπέδειξεν. Ἀποκάλυψις δὲ ἐστιν ἡ τῶν κρυ-πτῶν μυστηρίων δήλωσις, καταυγάζομένου τοῦ ἡγε-μονικοῦ τῆς ψυχῆς, εἴτε διὰ θείων ὀνειράτων, εἴτε καθύπαρ ἐκ θείας ἐλλάμψεως. Δοθῆναι δὲ τὴν Ἀπο-κάλυψιν ταύτην φησιν, ἀνθρωπινώτερον διαχειρι-ζόμενος, τὸν λόγον ὁ θεὸς οὕτως Ἀπόστολος, ἀλλ’ οὐχ ὡς ἐν τῷ Εὐαγγελίῳ καὶ τῇ Ἐπιστολῇ αὐτοῦ, ἀπὸ τῶν θειοτέρων τοῦ Χριστοῦ μᾶλλον ποιούμενος τὸν λόγον καὶ ἐνδιατρίβων αὐτὸς, οὕτω καὶ νῦν, ἀλλ’ ἀπὸ τῶν ταπεινωτέρων, ὡς ἂν ὑποψῆν ἁφῶς, ὡς Ἄμρου τὰ θειότερα λέγω καὶ τὰ ἀνθρώπινα, τῷ ἐνὶ καὶ τῷ αὐτῷ ἐνθεωραῖται Χριστῷ μεταπρεπόντα. Διὰ γὰρ τοῦ διακονούντος ἀγγέλου, καὶ τοῦ ὀνόματος τῶν μαθησάντων, ὅτι δοῦλοι, τὸ τῆς διότητος Χρι-στοῦ ἐμφαίνει μέγεθος, καθὼ καὶ εἴρηται, ὅτι «Τὰ σύμπαντα δούλα σά. »Τὴν ἔκβασιν δὲ τῶν χρημα-τιζομένων ἐν τάχει ὑπισχνεῖται προβῆναι, οὐχ ὡς ἔτυχε, ἀλλὰ παραμετρῶν τὰ ἀνθρώπινα τοῖς θείοις, οἷς καὶ τὰ πολυχρονίως καὶ χιλιοστῶς ἐκτελούμενα, ὡς ἡ χθὲς ἡμέρα, καὶ ἡ ἐν νυκτὶ φυλακὴ κρῖνε-ται. Ἡ καὶ φιλοτιμώτερον προσβαλεῖν τῷ, Ἐν τάχει, τοῦ ἀνυπερθέτου παριστῶντος ἐστι τὴν ἔκβασιν λή-ψεσθαι τὰ δηλούμενα, μηδὲν τῆς παρατάσεως οἷα-τε οὐσίας τὸ συνεγελεσθῆναι λυμῆνασθαι, ὡς οὐδὲ τὸ σήμερον τοῦ ἔχθες παρατενομένου, ἐὰν μὴ εἰς ὅπερ ἀφίχθαι ἀποκείμενον εὐμαρῶς παρῆ μηδεμίας ὑπο-λιπομένης τῷ πράγματι βραδυτήτος πρὸς καταδοχὴν, ἀποδιαπομησασθαι εὐπρεπῶς. Δι’ ἀγγέλου δὲ ὁ χρη-ματισμὸς τῷ δούλῳ αὐτοῦ, ὃς δοῦλος ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν αὐτοῦ, φησὶ. Τοῦτο τῷ σχήματι τὴν διδασκαλίαν αὐτοῦ ἀλήθειαν συνιστῶν, καὶ ἐν Εὐαγγελίαις ἐχρήσατο εἰπών «Οὕ-τως ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτου καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστιν ἡ μαρτυρία αὐτοῦ. »Ὡς οὖν ἐν ἐκεῖνω, οὕτω καὶ νῦν φησιν, ὅτι μάρτυς ἐστὶ τοῦ ὀφθέντος αὐτῷ διὰ τῆς Ἀποκαλύψεως· τῆς δοθείσης αὐτῷ παρὰ τοῦ Χριστοῦ μαρτυρίας· μαρτυρίας, λέγων, οἷον· διαμαρτυρίας· τοῦ διαμαρτυρασθαι δηλονότι πρὸς σὺς ὁ λόγος αὐτῷ, εἰς ἐξαθώωσιν ἑαυτοῦ, μάρτυρα εἶναι ἑαυτὸν τοῦ ὀφθέντος αὐτῷ θείου λόγου διὰ τῆς Ἀποκαλύψεως. Τίνα δὲ διαμαρτυρασθαι καὶ κηρύξαι εἰς ἐξαθώωσιν ἑαυτοῦ; Τὰ τε ἄντα, τὰ τε ἐσόμενα, ἤ καὶ παραστα-τικά, ἤτε προφήτου, τοῦ τε ἐνεστῶτος· χρόνου καὶ τοῦ μελλόντος.