Ancient Greek
255.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 255.4
Unproofread scanNot analysed yet
Ὁ μάρτυς ὁ πιστός. Δεῖ προσαναπαύειν τὸ, ὅς ἐστιν, ἐν ἡ· Καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ὁ μάρτυς. Ἐπισκοπητὸν δὲ ὅτι πρότερον ὡς περὶ ἀτάρχου γράψας τοῦ θείου Λόγου ἐν οἷς ἔλεγεν, «Ὁ ἦν, »νῦν περὶ σεσαρκωμένου αὐτοῦ διαλέγεται, φήσας, Καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, οὐ διαρῶν αὐτὸν εἰς δύο, διὰ τὸ ἐπαγαγεῖν τὸ, Καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ἀλλὰ τοῦτό τε καὶ ἕκεινο περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ μαρτυρῶν, ὅτι τὸ ἐστι τοῦ Πατρὸς, καὶ ὅτι ἐσαρκώθη. Τοῦτο γὰρ βούλεται δηλοῦν τὸ, Χριστός, ἔνομα. Ὡς Χριστὸς κατὰ τὸν μακάριον Παῦλον ἐμαρτύρησεν ἄτε μάρτυς ἐπὶ Ποντίου Πιλάτου, ὀπηνίκα ἔφασκεν πρὸς αὐτόν· «Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἐστιν ἐκ τοῦ κόσμου τούτου. »Νοεῖν γὰρ ἀπὸ τούτων διανίστησι τῶν λόγων, ὡς καὶ Θεὸς ἐστιν ὁ ὡς ἄνθρωπός ὁρώμενος, καὶ ταυτὸν φθεγόμενος. Μάρτυς μὲν οὖν διὰ τοῦτο. Πιστὸς δὲ, ἀντὶ τοῦ, ἀληθής, Θεὸς καὶ