Ancient Greek
256.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 256.1
Unproofread scanNot analysed yet
ἄνθρωπος. Διὸ καὶ ὡς ἄνθρωπος ἀπέθανεν, ἀνέστη δὲ ὡς Θεός. Ἄνεστέ γὰρ, οὐχ ὡς ἐπὶ θεῆς δυνάμεως ὑφ’ ἐτέρων ἀναστάντες, οὐ καὶ πάλιν ἀπέθανον. Οἰκεῖα δὲ δύναμις ἀναστάς, ἄτε Θεός, πρῶτος ἀπήρξατο τῆς ἐξ αὐτοῦ καὶ δι’ αὐτὸν ἐλπιζομένης ἀτελεύτητου καὶ αἰωνίου παλιγνώσιας. Διὸ καὶ πρωτότοκος λέγεται τῶν νεκρῶν, ὡς μόνος αὐτὸς καταράξας τῆς τοιαύτης ἡμῖν τῶν ἀγαθῶν χάριτος. Ἄρχων δὲ τῶν βασιλέων τῆς γῆς ὁ Χριστός, ἐπεὶ καὶ Δανιὴλ πρὸς τὸν Βαβυλῶνιον ἔφη, βασιλεύειν τὸν Ὕψιστον καὶ κυριεύειν τῆς βασιλείας τῶν ἀνθρώπων. Εἰ δὲ τοῦτο ἐπὶ τῆς θεαρχικῆς νοεῖται καὶ ἐνορᾶται κυριότητος, τίς ὁ ἀντιταξιῶν λόγος ὁ πάντα τὰ θεοπρεπῶς λεγόμενα ἐπὶ τῆς ὑπερουσίου Τριάδος μὴ καθ’ ἑκάστης λόγων τῶν τριῶν ὑποστάσεων ἐξειδιούσθαι καὶ ἐναρμόττεσθαι, πλὴν ταῦτα τὰ τὴν προγωγὴν τούτων ἤγουν τὴν ὑποστατικὴν γνῶσιν ἐμποιοῦντα, ἀλλ’ ἀποτεταγμένως κατατολμῶν εἰς ἐξειδιούσαν ἑαυτὴν θεῖαν ἐνέργειαν ἑκάστην ὑπόστασιν τῶν τριῶν μεταχωροῦσαν παραληρεῖν, καὶ ταῦτα Γρηγορίου μὲν τοῦ θείου τῶν λόγων τὴν χρήσιν, τοῦ, Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, εἰς τὸν Υἱὸν ἐξεληφθὸς, ὡς ἐφαρμοζόντων τῶν θεοπρεπῶν ὀνομάτων καὶ κοινῇ καὶ ἰδίᾳ ταῖς τρισὶν ὑποστάσεσι; Δῆλον δὲ, καὶ ἐξ ὧν τὸν Τρισάγιον τῶν Σεραφείμ ὕμνον κατὰ μὲν τὸ Εὐαγγέλιον, εἰς τὸν Υἱὸν μανθάνομεν λέγεσθαι, δὲ ὁ Παῦλος δημηγορῶν ἐν ταῖς Πράξεσιν εἰς τὸ Πνεῦμα ἀπένειμεν· ἡμεῖς δὲ πατροπαραδότως ἐν τῇ φρικτῇ καὶ ἀναίματῳ θυσίᾳ εἰς Πατέρα. Ἀσπερ ὁ μακάριος Ἐπιφάνιος ἐν τῷ λόγῳ τῷ εἰς τὸ Πνεῦμα τὸ ἅγιον διέξεται.