Ancient Greek
260.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 260.1
Unproofread scanNot analysed yet
Α νος. Διὸ καὶ ἐπὶ οὐρανοὺς, καὶ ἀγγέλους ἐπὶ τῶν ἄλλων προύχοντας, ὁ μέγας Εἰρηναῖος ὁ Λουγδῦνον ἐπίσκοπος ἔγραψεν. —Ἄλλως. Ἐγενόμην ἐν πνεύματι ἐν τῇ Κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα φωνῆν. Τὸ βλέπειν καὶ ἀκούειν παρὰ τοῖς θείοις προφήταις οὐκ αἰσθήσεως ἐνεργείας νοεῖν δεῖ, ἀλλὰ θεοτέρας ἐμφάσεις. Περὶ ὧν καὶ ὁ Ἠσαΐας φησίν · «Ἐθῆκέν με πρωΐ πρωΐ ὠτίον ἀκούειν· καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. »Τοῦτο δὲ οὐ τοῦ κατὰ σάρκα ἀνθρώπου, ἀλλὰ τοῦ κατὰ πνεῦμα. Ὁς καὶ μεμελημένος Θεῷ καὶ ἀρχῶν ἀπάσης τῆς αἰσθητικῆς κτίσεως διατελεῖν εἴωθεν. Ἐδιπλασίασεν δὲ ὁ προφήτης τὸ «πρωΐ »ἐνταῦθα (ὡςπερ καὶ παρ’ ἑτέροις προφήταις τῷ, «Πρωΐ εἰσάκουσον, ψάξουσι, τῆς φωνῆς μου· »καὶ τῷ, «Πρωΐ παραστήσομαί σοι· »καὶ τῷ, Πρὸς πρωΐ πρωΐ) οὐ μάτην, ἀλλὰ τὴν ἔχων σπουδὴν διὰ τοῦ καιροῦ παριστάς, ὅ διὴ καιρῷ, καὶ αἱ θείαι ἐνέργειαι εἰώθασι ἐμφοιχοῦσθαι.