Ancient Greek
260.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 260.2
Unproofread scanNot analysed yet
Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετ’ ἐμοῦ. Καὶ ἐπιστρέψας εἶδον ἐπτά λυγνίας χρυσίας. Καὶ ἐν μέσῳ τῶν ἐπτά λυχνίων ὁμοιον Υἱὸ ἀνθρώπου ἐνδεδυμένον ποδήρη, καὶ περιεζωσμένον πρὸς τοὺς μαστοὺς ζώνην χρυσήν· ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαί, ὡς ἔριον λευκόν, ὡς χιών· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ, ὡς φλὸξ πυρός· καὶ οἱ πόδες αὐτοῦ, ὁμοιοι χαλκολιβάνοι, ὡς ἐν καμίνῳ πεπυρωμένοι· καὶ ἡ φωνὴ αὐτοῦ, ὡς φωνὴ ὑδάτων πολλῶν· καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἐπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ ὡς ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.