Ancient Greek
260.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 260.3
Unproofread scanNot analysed yet
«Ὅτι οὐκ αἰσθητὴ ἡ φωνή, ἀλλ’ οἷαι αἱ τῶν προφητῶν τῷ ἡγεμονικῷ πνεύματι διατυπώσεις, δηλοῖ λέγων· Ἐπέστρεψα, οὐ τοῦ ἀκοῦσαι, ἀλλὰ τοῦ βλέψαι. Ταυτὸν γὰρ ἡ πνευματικὴ ἀκοὴ τῇ βλέψει, εἰτοὺν ὁράσει. Διὸ καὶ τὴν φωνὴν λαλεῖν πρὸς αὐτὸν εἴρηκεν, ἀντὶ τοῦ διατυποῦν ὑποκειμένου. Συνεξακουστέον δὲ τούτοις τὸ ἄρθρον εἰς ἀνέλειαν τοῦ νοήματος, ἵν’ ἢ· Τὴν φωνὴν τοῦ ὅστις ἐλάλει μετ’ ἐμοῦ. Οὐ γὰρ ἡ φωνὴ ἡ ὁρατή, ἀλλ’ ὁ λαλῶν. Οἷον, Οὐ ἡ φωνὴ ἐλάλει μετ’ ἐμοῦ, τοῦτον ἐπέστρεψα βλέπειν. Οὕτω γὰρ συνταττομένου τὸ ῥητόν, σαφὲς ἄν καὶ ἀνελλειπὲς εἴη.