Ancient Greek
268.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 268.3
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. Δ'. Τὰ δηλωθέντα τῷ ἐν τῇ Σμυρναίων Ἐκκλησίᾳ ἀγγέλῳ. Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ Ἐκκλησίας γράφον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἠνέγρετο νεκρὸς καὶ ἔζησεν· Οἶδά σου τὰ ἔργα καὶ τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ. Καὶ τὴν βλασφημίαν τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτοὺς καὶ οὐκ εἰσιν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. Μηδὲν φοβοῦ ἄ μέλλεις παθεῖν. Ἰδοὺ δὴ μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακήν, ἵνα πειρασθῆτε, καὶ ἔξετε θλίψιν ἡμέρας δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. Ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς Ἐκκλησίαις. Ὁ νικών οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.