Ancient Greek
268.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 268.6
Unproofread scanNot analysed yet
Πρῶτος καὶ ἔσχατος ὁ Χριστός, ὡς Θεὸς καὶ ἄνθρωπος. Πρῶτος τῇ θείᾳ φύσει, ἔσχατος, ὡς δι' ἡμᾶς ἐπ' ἔσχατον ἀνθρώπος γενόμενος. Καὶ νεκρὸς διὰ τὸ αὐτὸς τριήμερος, καὶ αὐθὶς ἀνοίσας ἡμῖν διὰ τῆς αὐτοῦ ἀναστάσεως ὁδὸν τῆς ζωῆς. Καὶ τί φησιν οὖνος; Οἶδά σου τὰ ἔργα καὶ τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἃ δι' ἐμὲ ὑπομένεις, ὑπὸ τῶν ἀπίστων μαστιζόμενος. Μὴ οὖν ἐν τῇ θλίψει καὶ πτωχείᾳ εἴπης καὶ αὐτός· Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ ἔγνω, ἐταπεινώσαμεν τὰς ψυχὰς ἑαυτῶν, καὶ οὐ προσέσχες; Εἰ γὰρ καὶ ταῦτα, ἀλλὰ πλούσιος εἶ, ἐν τοῖς πνευματικοῖς τὸν θησαυρὸν ἔχον κεκρυμμένον ἐν τῷ ἀγρῷ τῆς καρδίας σου, ὃς ἐστιν ὁ Χριστός, δι' ὃν καὶ πλούσιος εἶ, ὡς τοῦτον ἔχον σκεπαστήν, ὃς καὶ αὐτὸς πλούσιος ὢν, ἐπτώχευσεν δι' ἡμᾶς.