Ancient Greek
269.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 269.1
Unproofread scanNot analysed yet
Καὶ τὴν βλασφημίαν. Κατὰ κοινὸν τὸ, Οἴδα σου, ἵνα ἐξακούῃται οὕτως· Οἴδά σου τὰ ἔργα, οἶδα καὶ τὴν βλασφημίαν τῶν τῷ λόγῳ μὲν Ἰουδαίων, ἔργῳ δὲ συναγωγῆς τοῦ Σατανᾶ. Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ, καὶ τῇ περιτομῇ τῆς καρδίας, ἡ διὰ τῆς τοῦ φαινομένου περιθητοῦ τῷ γεννητικῷ μορφῇ δέρματος ἀφαιρέσεως τοῦ ὀλικοῦ τοῦδε παντὸς βίου ἀλλοτριούμενον ἑαυτὸν αἰνιστόμενος, καὶ πρὸς τὰ θεῖα τῇ ψυχῇ ἐνασκιαζόμενον. Εἰ γὰρ Ἰουδας μὲν ἀξομολόγητος ἐρμηνεύεται, Ἰσραὴλ δὲ τοὺς ὁρῶν Θεόν, πάντως οἱ ἀληθεῖς Ἰουδαῖοι καὶ Ἰσραὴλ οὗτοί εἰσιν, οἱ Χριστῷ ἐξομολουγούμενοι, ἤγουν εὐχαριστοῦντες αὐτῷ ὧν μεγάλα εὐεργεθήμεν τῇ διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίᾳ. Τοῦτο γὰρ ἡ ἐξομολόγησις δηλοῦν βούλεται. Ἰσραὴλ δέ, ὡς νῦ Θεὸν ὁρῶν ἡξιωμένος, μηδενὶ τῶν ἀχολείν εἰωθότων ἐπιπροσθῶμενος. Οὐκοῦν οὗδε Ἰουδαῖοι οὔτε Ἰσραὴλ οἱ τῇ ἀπιστίᾳ ἐμμενόντες ἀνεπιστρόφως, ἀλλὰ βλασφημοῦντες συναγωγὴν ἑαυτοὺς ἀποφαίνουσι τοῦ Σατανᾶ ἐξωργημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκεῖνο θέλημα, ὅπε καὶ στρατηγούμενους ὑπ’ αὐτοῦ. Οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. Ἀκριβῶς τὸ εἰρημένον, ὅτι δύο θανάτων ἀνθρώποις ὄντων, πρώτου τοῦ φυσικοῦ, ὃς ἐστι χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, κατὰ τὴν δικαίαν καὶ ἀπαραίτητον ἀπόφασιν τοῦ παντοκράτορος Θεοῦ, τὴν, ὅτι «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύση. »Τούτων τὸν θάνατον ἀναπερίσταως, πάντες ἄνθρωποι δίκαιοι καὶ ἁμαρτωλοὶ μέτῃμεν. Δευτέρου δὲ πάλιν θανάτου καὶ ἀλεθροωτέρου, τοῦ δι’ ἁμαρτίας ὄντος, ὧν τὸ τῆς ἀκολάστου καὶ σαρκικῆς καὶ ἡδοναποῦς ζωῆς δέλεαρ τοῖς ἀνθρώποις οὕδε πορίζειν. Διὸ καὶ ὁ Κύριος τοὺς ταύτην μεταδιώκοντας νεκροὺς ὀνομάζει, ὅταν φῇ· «Ἄρετε τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. »Τούτων τὸν θάνατον (τὴν ἐμπασθῆ λέγω ζωήν) ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ τῆς γενέσεως εἰς ἀδιδλειπτον θάνατον.