Ancient Greek
268.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 268.7
Unproofread scanNot analysed yet
Οἶδά σου τὰ ἔργα. Δηλαδὴ τὰ χρηστὰ, καὶ τὴν διὰ ταῦτα θλίψιν καὶ πτωχείαν, τὴν διὰ φθόνον ἀπὸ τῶν συνεργῶν τοῦ διαβόλου βλασφημῶν Ἰουδαίων ἐπαγομένην ὑμῖν, οἵτινες Ἰουδαῖοι ὀνόματι μόνον, τῇ δὲ ἀληθείᾳ συναγωγὴ τοῦ διαβόλου εἰσίν. Ἄλλὰ κἂν ἐξ ἐπηρεσίας πτωχεύσῃς, ἐμοὶ ἀνακειμένος τῷ πάντων ἀγαθῶν προυτάνει, πλούσιος εἶ. Διόπερ μηδὲν φοβοῦ τῶν μελλόντων σοι ἐπενεχθῆναι ἀπὸ τῶν συνεργῶν τοῦ διαβόλου θλικερῶν ἐγκλεισμῶν φυλακῆς καὶ πειρασμῶν ἄλλων (9), ὧν ἐφήμερος ἡ ἐπιφορὰ, καὶ ὅσον εἰ καὶ ἡμερῶν δέκα ἐξισούμενη; Γίνου οὖν κάρτερικὸς καὶ μὴ ἐκλυόμενος μέχρι θανάτου, ὅπερ ἄν λήψῃ τὸν στέφανον τῆς ζωῆς.