Ancient Greek
276.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 276.9
Unproofread scanNot analysed yet
et draco- καὶ βασιλεύσον ἐπιδήση, καὶ καταπατήσεις λέοντα Διὸ καὶ ἐπιπλήττει τῇ Ἐκκλησίᾳ, ὡς ψιλὸν ὄνομα ζωῆς ἔχουσαν τῆς πίστεως, νενεκρωμένην δὲ ἐξ ἀγαθῶν πράξεων. Ὥς γὰρ ζωὴν οὐδὲ καλεῖν ἡ Γραφὴ τὸ ἄνθρωπον, τὴν κατὰ Θεὸν λέγω ζωὴν, καθ’ ὃ καὶ εἴρηται, ὅτι «Τὸ λόγιόν σου ἐζήσέ με· »τοῦτέστιν, ἐπέστησέ με τρὶθους τῷ ὄντι ζωῆς· οὕτω καὶ θάνατον τὸν πλημμελῆ βίον, ὡς δηλοῖ Παῦλος ὁ θεῖος περὶ τῶν ἐξ ἀπιστίας εἰς τὴν Χριστοῦ πίστιν μεταδεδηκότων, οὕτω. γράφων αὐ· οῖς· «Καὶ νεκροὺς ὄντας ὑμᾶς τοῖς παραπτώμασι τῷ Χριστῷ. »Καὶ ἐν τῷ τοῦ Ποιμένος βιβλίῳ οὕτως διαγορεύεται ,καταδεδηκέναι τινὰς εἰς τὸ ὕδωρ τῆς κολυμβήθρας, δηλονότι νεκροὺς, καὶ ἀναδεδηκέναι ζῶντας.