Ancient Greek
277.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 277.2
Unproofread scanNot analysed yet
Γίνου γρηγορῶν, καὶ στήριξον τὰ λοιπὰ. Τὸν ἔντον τῆς ῥαθυμίας ἀποτιναξάμενος, καὶ τὰ μέλη σου τὰ ἀποδυνήσκειν τελέως μέλλοντα δι’ ἀπιστίαν, Στήριξον. Οὐ γὰρ ἡ ἀρχὴ τῶν ἀγαθῶν ἔργων τὴν ἑργάτην στεφανοῖ, ἀλλ’ ἡ ἐπιμονὴ ἀχρι· τέλους. Τὸ στήριξον δέ, οὐχ ἀπλῶς εἴρηται, ἀλλὰ τὸ οἰονεὶ στερεοποιῶσον καὶ ἐνδυναμῶσον χαλαρὰ τὰ ὄντα καὶ πρὸς πτώσιν ἐτοιμότατα. Ἐφ’ ὧσιν οὖν περιλείπεται σοι βραχέα ἐπιτηδεύματα, φησί, πρόσδεε, ἵνα μὴ τέλεον ἀποσπάσῃς θάνατον. Ταῦτα γοῦν φυλαξον τὰ ἤδη ζῶντα, ἐκεῖνα δὲ στήριξον τὰ πρὸς θάνατον ἤδη μέλλοντα. Οὐδὲν γὰρ σου πῶν σπουδαιωμάτων πλήρης ἐστιν. Ἄλλὰ τὰ μὲν τέθνηκεν ἤδη. τὰ δὲ μέλλει. Τὸ δέ, ἐνώπιον τοῦ Θεοῦ μου, ὡς πολλάκις εἴρηται, ὡς ἀπὸ τῆς ἀνθρωπίνης προσλήψεως τῷ Γίῳ τοῦ Θεοῦ συγκαταβατικώτερον προἦνεται.